Ancient Greek · ~3 min
44.3 to 44.5
Epiphanius, Ancoratus 44.3-5
Not analysed yet
ἐν τούτῳ γὰρ καὶ τὸ †ἀποκτιζόμενον πληροῦται, ὥς φησι Πέτρος »θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πενύματι« καὶ πάλιν Χριστοῦ οὖν ὑπὲρ ἡμῶν παθόντος σαρκί« καὶ πάλιν »ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα«, ὥς φησι Παῦλος. καὶ αὐτὸς ὁ σωτὴρ ἔλεγεν ἐν τῷ εὐαγγελίῶ νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός‘, ἵνα δείξῃ τὸ πάθος ἀπὸ τῆς ἀνθρωπότητος καὶ ⟩κατωτέρω, αὐτὸν δὲ εἶναι ωυσικὸν υἱὸν τοῦ πατρὸς ἀπὸ τῶν ἄνωθεν. συνᾴδει δὲ καὶ τούτῳ τῷ λόγῳ Παῦλος ὁ ἅγιος ἀπόστολος φάσκων »εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χρωτός((, »ὃς οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών«.