Ancient Greek · ~4 min
45.1 to 45.3
Epiphanius, Ancoratus 45.1-3
Not analysed yet
45. Ἀλλὰ καὶ πάλιν ἀμαθάνοντές φασιν· ὁρᾷς ὅτι »οὐχ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ«. καὶ οὐδὲ τὴν κλῆσιν οἴδασιν οἱ φιλόνεικοι. οὐ γὰρ εἶπεν· οὐκ ἠθέλησε γενέσθαι ἴσος θεῷ δι' ἀρπαγμοῦ, ἀλλ »οὐχ ἁρπαγμὸν ἠγήσατο τὸ εἶναι ἴσα θεῷ«, τὸ θεὸς εἶναι φύσει, ὅτι ἠν. εἰ μὴ γὰρ ἠν, πῶς μορφὴν δούλου ἔλαβε; καὶ ⟨γὰρ τὸ πρόσφατον ἐσήμαινε καὶ ἐκ τούτου τὴν ὑπερβολὴν *θαυμάζων ἐδείκνυε, ὅτι καίπερ ὢν ἴσος θεῷ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, οὐχ ἴνα τὸ ἐλεύθερον δουλώσῃ, ἀλλ’ ⟨ἵνα⟩ ἐν ἧ μορφῇ ἕλαβε ὑπακούοντας δούλους ἐλευθερώσῃ. ὡς καὶ μαρτυροῦσιν Ἰουδαῖοι ὅτι οὐκ ᾐδεῖτο λέγειν ⟨ἑαυτὸν⟩ ἴσον θεῷ οὐδὲ ἐδίσταζεν, ἀλλὰ ἀπὸ *θαρραλεώτερον *οὕτω δεικνύειν ἐν τῷ λέγειν »ἐὰν μὴ εἴπω, ἔσομαι καθ' ὑμᾶς ψεύστης«· καὶ διὰ τοῦτό φασι πρὸς αὐτόν »δι ἀγαθὸν ἔργον οὐκ ἀποκτένομέν σε, ἀλλ' ὅτι ἄνθρωπος ὢν σεαυτὸν ποιεῖς ἴσον θεῷ«.