Ancient Greek · ~2 min
Chapter 45
Epiphanius, Ancoratus 45.4
Not analysed yet
ἀλλά φασιν· ὀφείλομεν τὰ τροπικὰ ⟩αὐτοῦ ὁμολογεῖν. καὶ πολλὰ τροπικὰ περὶ αὐτοῦ εἴρηκεν ἡ γραφὴ καὶ οὐ δεῖ ἀρνεῖσθαι τὰ εἰς αὐτὸν αἰνιγματωδῶς εἰρημένα, ὅτι καὶ θύρα κέκληται καὶ λίθος εἴρηται καὶ στῦλος καὶ νεφέλη καὶ λέων καὶ πρόβατον καὶ λύχνος καὶ λαμπὰς καὶ ἥλιος καὶ ἄγγελος καὶ σκώληξ καὶ πέτρα καὶ ἀκρογωνιαῖος καὶ ὁδὸς καὶ ταῦρος καὶ μόσχος καὶ τἀ τοιαῦτα.