Ancient Greek · ~1 min
Chapter 45
Epiphanius, Ancoratus 45.5
Not analysed yet
δηλονότι καὶ ἡμεῖς οὐκ ἀρνούμεθα τὰ τὰ αὐτὸν αἰνιγματωδῶς πεπληρωμένα. οἴδαμεν δὲ δι’ ἣν αἰτίαν ταῦτα γέγραπται· ὁδὸς ὅτι δι' αὐτοῦ βαδίζομεν πρὸς τὴν βασιλείαν, πρὸς αὐτὸν καὶ τὸν πατέρα· θύρα δὲ ὅτι δι’ αὐτοῦ εἰσερχόμεθα· στῦλος ὅτι αὐτός ἐστιν ἐδραίωμα τῆς ἡμετέρας πίστεως· πέτρα διὰ τὸ ἀμετακίνητον· λίθος ⟨διὰ⟩ τεθεμελιωμένον· ἤλιος δικαιοσύνης ὅτι καταυγάσας τὰς ἡμετέρας σκοτισθείσας διανοίας.