Ancient Greek · ~2 min
Chapter 52
Epiphanius, Ancoratus 52.5
Not analysed yet
ἐν ἡμῖν γὰρ οὐδέν ἐστιν ἕτοιμον, ὄτι οὐκ ἠμέν ποτε καὶ πρῶτόν τι βουλευόμεθα, ἔπειτα ποιοῦμεν ὃ πράττομεν, ἢ μὴ βουλευσαμένων ἡμῶν οὐκ ἔστιν ὃ μηδέπω παρ' ἡμῶν πέπρακται· παρὰ δὲ θεῷ πάντα τέλεια καὶ λεῖα καὶ πάντα ἐν αὐτῷ πεπλήρωται, καὶ ⟨οὔτε θέλων⟩ οὔτε μὴ θέλων ἐγέννησε τὸν ἐιδίως ὄντα, γεγεννημένον ἐξ αὐτοῦ ἅγιον Λόγον καὶ θεόν, ἀλλ’ ἐν τῇ ὑπερβολικῇ καὶ ἀφράστῳ αὐτοῦ φύσει.