Ancient Greek · ~2 min
Chapter 53
Epiphanius, Ancoratus 53.1
Not analysed yet
53. Θαῦμα ⟨δέ⟩ μοι μέγιστον ἐπέρχεται, ὠ υἱοὶ τῆς πίστεως καὶ ἐκκλησίας, πῶς τὰ ἀληθινὰ ἐξέστρεψαν οἱ φιλόνεικοι εἰς ἀλληγορίαν καὶ τὰ τροπικῶς εἰρημένα εἰς τὰ ἀληθινὰ λαμβάνουσι σφαλλόμενοι. τὸ μὲν γὰρ γεγεννῆσθαι, ὅπερ ἐστὶν ⟨ἐν⟩ αὐτῷ κατὰ φύσιν, λέγοντες οὐχ ὡς ἐν τι τῶν γεννημάτων· τὸ τὸ ἐκτίσθαι, ὅπερ ἐστὶν ἀλλότριον τῆς αὐτοῦ θεότητος, εἴ γε καὶ ἐν ἀλλοηγορίᾳ ποτὲ εἴρηται, ἐκεῖνο ἀληθινὸν λέγουσι, τὸ δὲ ἀληθινὸν ἀφανίζουσιν.