Ancient Greek · ~1 min
Chapter 54
Epiphanius, Ancoratus 54.3
Not analysed yet
δῆθεν ἀπὸ τοῦ ῥητοῦ τοῦ παρὰ τοῦ ἁγίου ἀποστόλου εἰρημένου ὅτι »οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ«. ἀλλὰ μὴ παρα⟨να⟩γίνωσκε λέγε ὅτι τὸ τρίτον τοῦ ἀέρος ⟨σημαίνει⟩ οὐ γὰρ εἰπὼν »ἕως οὐρανοῦ‘ περὶ μέρους τρίτου λέγει, ἀλλὰ περὶ τριῶν ἀριθμῶν.