Ancient Greek · ~2 min
54.4 to 54.5
Epiphanius, Ancoratus 54.4-5
Not analysed yet
καί φησιν »οἶδα τὸν τοιοῦτον ἄνθρωπον ἁρπαγέντα εἰς τὸν παράδεισον καὶ ἀκούσαντα ῥήματα ἅ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν«. δόξα τῷ παντοκράτορι θεῷ, τῷ κατὰ πάντα τρόπον διατρανοῦντι καὶ λεπτολογοῦντι, ἴνα οἱ ἀληθινοὶ *μὴ σφάλλωνται. οὐ γὰρ ἐν μιᾷ συντομίᾳ τὸν οὐρανὸν καὶ τὸν παράδεισον συνῆψεν, ἀλλὰ »οῑδα ἄνθρωπον« φησίν »ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ‘ καὶ πάλιν »ἁρπαγένατα εἰς τὸν παράδεισον«. τὸ δὲ μετὰ τοῦ ἄρθρου ἑτέρου προσώπου ἐστὶ διαληπτικὸν καὶ ἑτέρου τόπου μεταστατικόν.