Ancient Greek · ~2 min
Chapter 54
Epiphanius, Ancoratus 54.6
Not analysed yet
ὡς εἵ τις ἔχοι ὄρος καὶ πεδιάδα, τὴν δὲ πεδιάδα ἐγκυκλεύουσαν τὸ ὅρος, βουληθείη δὲ εἰς τὸ πέραν τοῦ ὄρους ἐν τῇ αὐτῇ πεδιάδι παραγενέσθαι, καὶ ὄτε μὲν θελήσει διὰ τῆς πεδιάδος τὴν ὁδοιπορίαν ποιήσασθαι εἰς τὸν τόπον, ὅπου δἂν ἐθέλοι ⟨ἐπέκεινα⟩ τοῦ ὄρους ἀπελθεὶν, δυνατὸν αὐτῷ τοῦτο· εἰ δὲ θελήσει πρῶτον μὲν ἐμβῆναι εἰς τὸ ὄρος καὶ ἀπὸ τοῦ ορους πἀλιν εἰς τὸν τόπον τῆς πεδιάδος τῆς ἐπέκεινα τοῦ ὄρους γενέσθαι, καὶ οὕτως ἀυτῷ δυνατόν.