Ancient Greek · ~1 min
Chapter 58
Epiphanius, Ancoratus 58.1
Not analysed yet
58. Οὗτος τοίνυν ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἐτέθη καὶ ἔφαγεν ἀπὸ τοῦ ξύλου. ὁ δὲ παράδεισος, φησίν »ἐν Ἐδὲμ κατὰ ἀνατολάς‘· πηγὴ δὲ ἀνέβαινεν ἐξ Ἐδέμ«, καὶ οὐκ εἶπε »κατέβαινεν«, ἱνα μὴ νομίσωμεν ἐν οὐρανῷ εἶναι τὴν Ἐδέμ. εἰ γὰρ ἐν οὐρανῷ ἠν, ἄνωθεν ἂν εἶπε »κατέρχεται« πηγή. ἀλλὰ ⟨καί⟩ φησι ποταμὸς ἐκπορεύεται Ἐδέμ«· καὶ οὐκ εἶπε κατέρχεται.