Ancient Greek
Chapter 58
Epiphanius, Ancoratus 58.2
Not analysed yet
οὑτος »ἀφοσρίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ φεισών«, καὶ ὁρῶμεν τὸν Φεισὼν ἐπ' ὄφεσιν ἡμῶν. καὶ Φεισὼν μέν ἐστιν ὁ Γάγγης παρὰ τοῖς Ἰνδοῖς καλούμενος καὶ Αἰθίοψιν, Ἕλληνες δὲ τοῦτον καλοῦσιν Ἰνδὸν ποταμόν. πᾶσαν γὰρ τὴν Εὐιλὰτ περικυκλοῖ«, τὴν μικρὰν Αἰθιοπίαν καὶ τὴν μεγάλην, τὰ μέρη τῶν Εὐιλαίων, διαπερᾷ δὲ τὴν μεγάλην Αἰθιοπίαν καὶ πίπτει εἰς τὸν νότον καὶ δύνει ἔσωθεν Γαδείρων εἰς τὸν μέγαν Ὠκεανόν.