Ancient Greek · ~5 min
63.1 to 63.6
Epiphanius, Ancoratus 63.1-6
Not analysed yet
63. Τοῦ λοιποῦ τοίνυν μηδεὶς ἡμῖν κόπους παρεχέτω. «οὕτω γὰρ δοξάζει ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία ἀπὸ τῶν ἀνέκαθεν· οὐ παραστήσεται γὰρ ἡμῖν Ὠριγένης ἐν ἠμέρᾳ κρίσεως. θαυμάζω γὰρ ὡς ἀληθῶς, πῶς τινες ἀνέχονται τοῦ βλασφημήσαντος τὸν ἑαυτοῦ δεσπότην. ἀναγνώτωσαν Ὠριγένους τὰ περὶ ἀρχῶν οἱ τοιοῦτοι καὶ μαθέτωσαν οἱ δοκοῦντες εἶναι υἱοὶ τῆς ἐκκλησίας τῆς καθολικῆς *καὶ μὴ τὸν τὸν ἀπὸ τῆς τοῦ πατρὸς θεότητος χωρίζειν τολμάτωσαν· *πῶς οὐ κατηξίωσεν Ὠριγένης εἰπεῖν κἂν ὅτι ὁρᾷ τὸν πατέρα ὁ υἱός. ἀλλά φησιν· »ὡς οὐ δύναται ἰδεῖν τὸν πατέρα ὁ υἱός, καὶ τὸ ἄγιον πνεῦμα οὐ δύναται ἰδεῖν τὸν υἱόν «καὶ πάλιν οἱ ἄγγεελοι οὐ δύνανται ἰδεῖν τὸ ἄγιον πνεῦμα καὶ οἱ ἄνθρωποι οὐ δύνανται ἰδεῖν τοὺς ἀγγέλους. «καὶ ἐφαντασίασεν ἑαυτὸν μᾶλλον καὶ οὕς ἠπάτησεν, ἀλλ' οὐ τὸν συνετὸν καὶ πιστὸν καὶ πιστεύοντα τῇ ἀληθείᾳ καὶ τῇ πνευματικῇ διδασκαλίᾳ. παῦσαι τοίνυν, Ὠρίγενες, καὶ παύσασθε οἱ τοῦ Ὠριγένους μαθηταί· ἀηθεύουσι γὰρ οἱ ἀπόστολοι καὶ οἱ προφῆται ἤπερ ὑμεῖς καὶ ὁ ὑμῶν διδάσκαλος· παυσάσθωσαν οἱ Γνωστικοί, κατάγνωστοι δὲ ὄντες τὸν τρόπον, καὶ παυσάσθωσαν Οὐαλεντινιανοὶ καὶ Μανιχαῖοι καὶ Μαρκιωνισταὶ οἱ κατὰ πάντα πεπλανημένοι καὶ παυσάσθωσαν Ἀρειανοὶ καὶ Ἀνόμοιοι καὶ Σαβέλλιοι καὶ Πνευματῖται, οἱ καὶ Πνευματομάχοι, καὶ Διμοιρῖται οἱ ἀνοήτως τὸν νοῦν παρεκβάλλοντες.