Ancient Greek
Chapter 63
Epiphanius, Ancoratus 63.7
Not analysed yet
πάντα γὰρ ἀληθεύει ἡ θεία γραφή· συνέσεως δὲ χρεία ἐστὶ τοῦ εἰδέναι ⟨ἀληθεύειν⟩ τὸν θεὸν πιστεύειν ⟨τε⟩ αὐτῷ καὶ τοῖς αὐτοῦ λόγοις καὶ ⟨γνῶναι⟩ τὰ ὑπὸ τοῦ θεοῦ κεχαρισμένα δεδομένα καὶἐσόμενα καὶ εἰδέναι κατὰ τὴν ὑπόσχεσιν τὴν τῶν νεκρῶν ἀνάστασιν ἐν τελειότητι. πᾶσα γὰρ αἵρεσις ψεύδεται μὴ λαβοῦσα πνεῦμα ἄγιον κατὰ τὴν παράδοσιν τῶν πατέρων ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ.