Ancient Greek · ~3 min
65.9 to 65.11
Epiphanius, Ancoratus 65.9-11
Not analysed yet
τοίνυν ἐν ᾦ ἐγὼ ἠσθένουν διὰ τῆς σαρκός‘, ἀπεστάλη μοι σωτὴρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας«, οἰκονομίαν τοιαύτην πληρῶν, ἵνα με δουλείας »ἐξαγοράσῃ«, ἵνα με φθορᾶς, ἵνα με θανάτου, καὶ ἐγένετό μοι δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτωσις«· δικαιοσύνη μέν, διὰ πίστεως αὐτοῦ ἁμαρτίαν λύσας· ἁγιασμὸς δέ, δι' ὕδατος καὶ πνεύματος καὶ ἐν ῥήματι αὐτοῦ ἐλευθερώσας· ἀπολύτρωσις δέ, τὸ αἶμα αὐτοῦ λύτρον ἀμνοῦ ἀληθοῦς ὑπὲρ ἐμοῦ ἑαυτὸν παραδούς, ἱλαστήριον καθάρσεως κόσμου, καταλλαγῆς ἁπάντων οὐρανοῦ καὶ γῆς, »μυστήριον τὸ ἀπόκρυφον πρὸ τῶν αἰώνων καὶ γενεῶν‘ πληρῶν καιροῖς τοῖς ὡρισμένοις. ὁ αὐτὸς »μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ σύνασθα καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα«, »ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς«.