Ancient Greek · ~2 min
Chapter 66
Epiphanius, Ancoratus 66.1
Not analysed yet
66. Τὸ δοχεῖον τοίνυν τῆς σοφίας καὶ τῆς θεότητος, ὁ Χριστὸς μεσιτεύων »καταλλάσσει τὰ πάντα τῷ θεῷ ἐν αὐτῷ, μὴ λογιζόμενος ἁμαρτίας«, ἀπόκρυφα μυστήρια πληρῶν πίστει διαθήκης αὐτοῦ τῆς προεπηγγελμένης ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, υἱὸς θεοῦ κηρυσσόμενος, υἱὸς Δαυὶδ λεγόμενος· ἄμφω γάρ, θεὸς καὶ ἄνθρωπος, μεσίτης θεοῦ καὶ ἀνθρώπων‘ ,ἀληθινὸς »οἰκος θεοῦ«, »ἱεράτευμα ἅγιον‘, ἁγίου πνεύματος δοτὴρ τοῦ ἀναγεννῶντος καὶ ἀνακαινίζοντος αὖθις τὰ πάντα τῷ θεῷ· ὅτι »ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν« καὶ »εἴδομεν τὴν δόξαν αὐτοῦ ὡς δόξαν μονογενοῦς παρὰ πατρός«.