Ancient Greek · ~4 min
66.9 to 66.12
Epiphanius, Ancoratus 66.9-12
Not analysed yet
οὗτος τὸ ὕδωρ τὸ ζῶν, ⟨ὁ⟩ διφῶν ἄνθρωπος λαβὼν οὐ διψήσει πάλιν, ἐστὶν ἐν τῇ κοιλίᾳ αὐτοῦ ἁλλόμενον εἰς ζωὴν αἰώνιον‘. ἐκ τούτου λαβόντες μετέδωκαν οἱ νέοι γεωργοὶ εἰς τὸν κόσμον, παλαιοὶ δὲ γεωργοὶ ἐξήραναν καὶ ἔξθειραν διὰ ἀπιστίαν. αἵματι μὲν ἑαυτοῦ ἁγιάζει τὰ ἔθνη, πνεύματι δὲ αὐτοῦ ἰδίῳ ἀνάγει τοὺς κλητοὺς εἰς οὐρανούς. »οσοι γοῦν πνεύματι αὐτοῦ ἄγονται, οὑτοι« ζῶσι θεῷ· ὅσοι δὲ μή, ἔτι θανάτῳ λελογισμένοι εἰσί, ψυχικοὶ ἤτοι σαρκικοὶ καλοῦνται. καλοῦνται. τοίνυν ἀθετεῖν τὰ ἔργα τῆς σαρκός, ὀχυρώματα ὄντα τῆς ἁμαρτίας, νεκροῦν δὲ τὰ μέλη τοῦ θανάτου διὰ τῆς χάριτος αὐτοῦ λαβεῖν τε πνεῦμα ἀγειον ὃ οὐκ εἴχομεν προστάσσει, τὸ ζωοποιοῦν ἐμὲ τὸν πάλαι τεθνηκότα, ὅπερ μὴ λαβὼν τεθνήξομαι· δίχα γὰρ πνεύματος αὐτοῦ πᾶς νεκρός. »εἰ τοίνυν τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν, ὁ ἐγείρας αὐτὸν ἐκ νεκρῶν ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος έν ἡμῖν( ἀλλ', οἶμαι, ἀμφότερα κατοικεῖ ἐν τῷ ἀνθρώπῳ τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ πνεῦμα αὐτοῦ.