Ancient Greek · ~7 min
66.2 to 66.8
Epiphanius, Ancoratus 66.2-8
Not analysed yet
ὁ ὑετὸς δύνδρεσι καὶ φυτοῖς συμφυσιούμενος σῶμα ἀπεργάζεται καὶ τῶν καρπῶν καθ' ὁμοιότητα ἕκαστον, καὶ ἐν μὲν τῇ ἐλαίᾳ ἔλαιον πῖον γίνεται προσλαμβανόμενος ἐξ αὐτῆς τὸ οὐσιῶδες, ἐν δὲ ἀμπέλῳ οἶνος ἡδὺς χροΐζεται, ἐν δὲ συκῇ σῦκον γλυκαίνεται καὶ ἐν ἑκάστῳ τῶν σπερμάτων πρὸς τὸ εἶδος αὐτοῦ αὔξει φυήν. οὕτως οἶμαι ὁ Λόγος τοῦ θεοῦ ἐν Μαρίᾳ σὰρξ ἐγένετο καὶ ἐν σπέρματι Ἀβραὰμ ἄνθρωπος εὑρίσκετο κατὰ τὴν ἐπαγγελίαν. »εὑρήκαμεν γὰρ Μεσσίαν, ὃν ἔγραψε Μωυσῆς«. ὡς δὲ Μωυσῆς ἔφη »καταβήτω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου« καὶ ὁ Δαυίδ καταβήτω ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡς σταγόνες στάζουσαι ἐπὶ τὴν «ἔριον τοίνυν δεχόμενον τὴν δρόσον αὔξει πόκου γονήν, γῆ δὲ δεχομένη τὸν ὑετὸν αυξει καρπὸν ἐλπίδος γεωργῶν τῷ δέχεσθαι προστάγματι τοῦ δεσπότου ποσδιδοῦσα τὴν φύσιν προθύμως τῷ τε λαμβάνειν παρ' αὐτοῦ πλέον ἔχει⟨ν⟩ σπουδήν), οὕτω δὴ καὶ ἡ παρθένος Μαρία κατὰ τί γνώσομαι« ὅτε φησίν »ὅτι ἔσται μοι τοῦτο«, ηκουσε πνεῦμα κυρίου ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον ἔσται καὶ υἱὸς ὑψίστου κληθήσεται«. Χριστὸς ἐν ἀγγέλῳ λαλεῖ, ἀναπλάττει δὲ ἑαυτὸν ἐν τῇ ἑαυτοῦ πλάσει ὁ δεσπότης μορφὴν δούλου λαβών«, καὶ Μαρία μὲν ἀνιμπαται τὸν Λόγον εἰς σύλληψιν, ὡς ὑετὸν ἡ γῆ, ἑαυτὸν δὲ καρπὸν ἅγιον ἀποδείκνυσιν ὁ τοῦ θεοῦ Λόγος, προσλαμβανόμενος θνητοῦ φύσιν. οὗτος ἠν ἐξ αὐτῆς ἀνιμώσης ὡς γῆ καὶ πόκος, ὁ τῆς ἀληθοῦς ἐλπίδος καρπός, ἁγίοις ἐν προσδοκίᾳ· καθὼς Ἐλισάβετ ἔλεγεν »εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου«, ὃν προσελάβετο ἐξ ἀνθρωπότητος παθὼν ἀπαθὴς ὣν ὁ Λόγος· οὗτος ὁ ἄρτος ὁ ζῶν. ὁ καταβὰς ἐξ οὐρανοῦ‘ καὶ ζωὴν διδούς· οὗτος ὁ τῆς ἀληθοῦς ἐλαίας καρπός, τὸ ἔλαιον τῆς χρίσεως καὶ τῆς συνθέσεως, ὃ προετύπωσε Μωυσῆς· οὗτος ἡ ἀληθινὴ ἄμπελος‘, ἣν γεωργεῖ μόνος ὁ πατήρ, βότρυν χαρᾶς γεννήσας ἡμῖν·