Ancient Greek
67.2 to 67.3
Epiphanius, Ancoratus 67.2-3
Not analysed yet
ἑαυτὸν γὰρ ὁ θεὸς γινώσκει, ἑαυτὸν Χριστὸς κηρύσσει, ἑαυτὸ τὸ πνεῦμα τὸ ἅγιον δηλοῖ τοῖς ἁγίοις· ἐν γραφαῖς δὲ ἁγίαις τριὰς ἡμῖν καταγγέλλεται καὶ πιστεύεται ἀπεριέργως ἀφιλονείκως ⟨ἐκ⟩ ἀκοῆς. ἐκ πίστεως δὲ ταύτης ἡ σωτηρία τῆς χάριτος, »ἐκ πίστεως ἡ δικαιοσύνη χωρὶς ἔργων νόμου«· γέγραπται ⟨γὰρ⟩ ἐξ ἀκοῆς τὸ πνεῦμα τοῦ Χριστοῦ δίθοσθαι τοῖς σῳζομένοις.