Ancient Greek · ~2 min
Chapter 67
Epiphanius, Ancoratus 67.4
Not analysed yet
πίστις δὲ ἡ Μόλ· οι κηρυκων φο. ναῖς αυτη σημαίνεται, ὡς ἔγωγε οἶμαι κατηχούμενος ἐκ γραφῶν· τρία ἄγια τρία συνάγια, τρία ὑπαρκτὰ τρία συνύπαρκτα, τρία ἔμμορφα τρία σύμμορφα, τρία ἐνεργὰ τρία συνεργά, τρία ἐνυπόστατα τρία συνυπόστατα ἀλλήλοις συνόντα· τριὰς αὕτη ἀγία καλεῖται, τρία οντα μία συμφωνία μία θεότης τῆς αὐτῆς οἰέας τῆς αὐτῆς θεότητος τῆς αὐτῆς ὑποστάσεως, ὁμοία ἐξ ὁμοίου, ἰσότητα χάριτος ἐργαζομένη πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.