Ancient Greek
68.2 to 68.11
Epiphanius, Ancoratus 68.2-11
Not analysed yet
οὕτως λέγουσιν αἱ γραφαί· »ἀποστελεῖς τὸ πνεῦμά σου καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς «ὅμοιον τῷ λέγειν »ἐξαποστελεῖς τὸν λόγον σου καὶ τήξεις αὐτά«· »λειτουργούντων δὲ αὐτῶν, φησί, τῷ κυρίῳ καὶ νηστευόντων εἶπε τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἄργον ὃ προσκέκλημαι ἀυτούς« ὅμοιον τῷ λέγειν »ὁ δὲ κύριος εἶπεν, εἔσελθε εἰς τὴν πόλιν κἀκεῖ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν«· »αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν‘ ὡς ἂν εἴποι Χριστός »ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων«· »ἔδοξε γὰρ τῷ πνεύματι τῷ ἁγίῳ μηθὲν ἄλλο ἐπιτίθεσθαι βάρος πλὴν τῶν ἐπάναγκες« ὡς ἂν εἴποι »λέγω δὲ οὐκ ἐγώ, ἀλλ' ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι«· Διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἀγίου λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ· ἐλθόντες δὲ εἰς τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα« ὡς ἂν ἔποι Χριστός »πορευθέντες, βαπτίσατε πάντα τὰ ἔθνη« ⟩»μὴ βαστάζετε πήραν μὴ ῥάβδον μηδὲ ὑποδήματα«. »οἵτινες, φησίν, ἔλεγον τῷ Παύλῳ διὰ τοῦ πνεύματος μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ« ἢ Ἄγαβος »τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὔτη« ὅμοιον ὡς εἶπε Παῦλος »εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; |ἤ μνημονεύετε τῶν λόγων κυρίου, ὅτι αὐτὸς εἶπεν, ἀγθαὸς διδόναι μᾶλλον ἢ λαμβάνειν‘· »καὶ νῦν ἰδοὺ ἐγὼ ἐγὼ τῷ πνεύματι πορεύομαι« ὡς ἂν εἴποι Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ«· πλὴν τὸ πνευμά μοι διαμαρτύρεται κατὰ πόλιν λέγον« ὅμοιον τῷ εἰπεῖν ⟩κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ ὅτι οὐ ψεύδομαι«· »ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης« ὅμοιον τῷ εἰπεῖν »ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος«· καί περιτομὴ καρδίας ἐν πενύματι« ὅμοιον τῷ εἰπεῖν »καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ‘·