Ancient Greek · ~4 min
68.12 to 68.18
Epiphanius, Ancoratus 68.12-18
Not analysed yet
»εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν« ὅμοιον τῷ εἰπεῖν καθὼς ἐλάβετε Χριστόν, ἐν αὐτῷ περιπατεῖτε« καί »πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοὶ καὶ λόγος αὐτοῦ ἐν τῷ στόματί μου«· καί τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες« ὅμοιον τῷ εἰπεῖν »ἀπαρχὴ Χριστός«· »ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν‘ ὅμοιον τῷ εἰπεῖν »ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν‘· »ἵνα γένηται ἡ προσφορὰ τῶν Μνῶν εὐπρόσδεκτος, ἁγιασθεῖσα ἐν πνεύματι ἁγίῳ« ὅμοιον τῷ εἰπεῖν »ὁ δὲ κύριος ἁγιάσαι ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ«· »ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ‘ ὅμοιον τῷ εἰπεῖν »ὅτε εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί«· »ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ θεοῦ« ὅμοιον τῷ εἰπεῖν »ἐαυτοὺς δοκιμάζετε εἰ ὁ Χριστὸς ἐν ὑμῖν‘· ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν‘ ὅμοιον τῷ εἰπεῖν »ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός«.