Ancient Greek · ~3 min
Chapter 69
Epiphanius, Ancoratus 69.9
Not analysed yet
θεὸς δὲ ⟩ὁ υἱός· »ἐξ ὧν« φησίν »ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός‘, πίστευσον‘, φησίν. »εἰς τὸν κύριον Ἰησοῦν καὶ σωθήσῃ‘ καί »ἐλάλησε«, φησίν, »ασὐτοῖς τὸν λόγον τοῦ κυρίου«, »ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν αὐτοῖς τράπεξαν καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ θεῷ« ἢ ὅτι ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος« ἤ »ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμήσωσιν« ἤ ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ καὶ σωτῆρος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς‘ ἤ »προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ λριστοῦ«.