Ancient Greek · ~5 min
Chapter 69
Epiphanius, Ancoratus 69.8
Not analysed yet
ἐὰν δὲ ἀκούσῃς ὅτι »τῇ δεξιᾷ τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος λαβὼν παρὰ τοῦ πατρός‘ ἤ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατε« ἢ ὅτι τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον« ἢ ὅτι αὐτὸς γέγει »μὴ μεριμνήσητε τί εἴπητε, ὅτι τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν« ἤ εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια ἤ ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀφεθήσεται αὐτῷ‘ καὶ τὰ ἑξῆς, ἤ πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου« καὶ τὰ ἑξῆς] ἤ τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι« ἤ »Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου« ἤ »ὑπέστρεψεν Ἰησοῦς τῇ δυνάμει τοῦ πνεύματος‘ ἤ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν‘ ὅμοιον τῷ εἰπεῖν» ὃ γέγονεν ἐν αὐτῷ ξωὴ ἠν«) ἤ »κἀγὼ παρακαλέσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, τὸ πενῦμα τῆς ἀληθείας‘ ἤ »διὰ τί ἐπλήρωσε τὴν καρδίαν σου ὁ Σατανᾶς τῷ Ἀνανίᾳ Πέτρος) ψεύσασθαί σε τὸ πνεῦμα τὸ αγιον; «καὶ μετὰ ταῦτα οὐκ ἄνθρώποις ἐψεύσω, ἀλλὰ τῷ θεῷ. ἄρα θεὸς ἐκ θεοῦ καὶ θεὸς τὸ πνεῦμα τὸ ἄγιον, ᾡ ἐφεύσαντο οἱ τοῦ τιμήματος τοῦ χωρίου νοσφισάμενοι) ἤ »ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι «—τούτου μεῖζον οὐκ ἔχω λέγειν.