Ancient Greek · ~3 min
7.2 to 7.6
Epiphanius, Ancoratus 7.2-6
Not analysed yet
ἀεὶ γὰρ ἡ τριὰς τριὰς καὶ οὐδέποτε προσθήκην λαμβάνει, οὕτως ἀριθμουμένη· πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. οὐ συναλοιφὴ ἡ τριάς, οὐ διεστώς τι ἐν αὑτῇ τῆς ἰδίας αὐτῆς μονάδος, ἐν ὑποστάσει δὲ τελειότητος τἐλειος ὁ πατήρ. τέλειος ὁ υἱός, τέλειον τὸ πνεῦμα τὸ ἅγιον· πατὴρ καὶ υἱὸς ⟨καὶ⟩ ἅγιον πνεῦμα. τὸ δὲ ἀνάπαλιν πνεῦμα χαρίσμασιν ἐνταττόμενον· »διαιρέσεις γὰρ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν,ό δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργηημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός. ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι«. μὴ ἐκπέσωμεν τοῦ προκειμένου, μὴ ἀποστῶμεν τῆς ἀληθείας. ἡμεῖς οὐ συνηγοροῦμεν ὑπὲρ θεοῦ, ἀλλ’ εὐσεβῶς νοοῦμεν, ἵνα μὴ ἀπολώμεθα, καὶ φθεγγόμεθα οὐχ ὡς καταλαμβάνοντες· ὡς ἄνθρωποι γὰρ φθεγγόμεθα ἅ κατειλήφαμεν. ἡ γὰρ εἰς θεὸν τιμὴ ἄπειρος καὶ μυριονταπλασίως παρὰ τὸν ἡμέτερον νοῦν δεδίασται ⟨ἡ τριὰς⟩ καὶ μηδὲν προσλαμβάνουσα δόξης μήτε ἀφαιρουμένη ἰδιότητος.