Ancient Greek · ~2 min
Chapter 7
Epiphanius, Ancoratus 7.7
Not analysed yet
οὐδὲν γὰρ ἐν τριάδι κτιστὸν ἢ ἐπιrένητον, ἀλλ’ ὁ μὲν πατὴρ τὸν υἱὸν γεννᾷ. οὐκ ἠν δὲ ποτὲ χρόνος ὅτε οὐχ ἠν ὁ υἱός. οὐδὲ γὰρ ὁ πατὴρ ἐν χρόνῳ τινὶ πατὴρ οὐκ ἐκαλεῖτο, ἀλλὰ ἦν ἀεὶ πατὴρ καὶ ἦν ἀεὶ υἱός, οὐ συνάδελφος, ἀλλὰ υἱὸς γεννηθεὶς ἀνεκδιηγήτως καὶ ὀνομαζόμενος ἀκαταλήπτως, σὺν πατρὶ δὲ ὢν ἀεὶ καὶ μηδέποτε διαλείπων τοῦ εἶναι.