Ancient Greek · ~2 min
Chapter 71
Epiphanius, Ancoratus 71.3
Not analysed yet
τὰ δ᾿ ἄλλα πάντα θέσει ἢ κλήσει, οὐχ ὃμοια τούτοις ἐνεργείᾳ ἢ δυνάμει ἢ φωτὶ ἤ ἐννοίᾳ· ὡς ἂν εἴποι τις υἱοὺς ἐγέννησα καὶ ὓψωσα« ἢ ὡς ἂν εἴποι τις »ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες‘ ἢ ὡς ἄν εἴποι τις ὁ τετοκὼς βώλους δρόσου« ἢ ὡς ἂν εἴποι τις »ἐξ οὖ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς« ἢ ὡς ἂν εἴποι τις ἐγὼ ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα«.