Ancient Greek · ~3 min
71.4 to 71.6
Epiphanius, Ancoratus 71.4-6
Not analysed yet
οὐ γὰρ ὡς οἱ λοιποὶ πατέρες ἢ πατριαρχαι ὁ ἀληθινὸς πατὴρ ἀρξάμενος τοῦ εἰναι πατὴρ ἢ ἐκλείπων ποτὲ τῷ χρόνῳ τοῦ εἶναι πατήρ. εἰ γὰρ ἄρχεται τοῦ εἶναι πατήρ, υἱὸς ἄρα ἠν ποτε ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα μονογενοῦς· καθ᾿ ὸμοιότητα δὲ πατέρες πατέρων νοοῦνται τέκνα καὶ εἰς ἄπειρον τὸν ἀληθῶς πατέρα τῆς ἀρχαιολογίας εὑρεῖν ἔστιν. οὐδὲ ὡς τὰ λοιπὰ τέκνα θέσει ό υἱὸς ὸ ἀληθινός, νέος τοῦ εἶναι υἱός. εἰ γὰρ νέος τοῦ εἶναι υἱός, ἠν ποτε χρόνος ὅτε οὐκ ἦν ὁ πατὴρ πατὴρ μονογενοῦς. οὐδὲ ὡς τὰ λοιπὰ πνεύματα τὸ πνεῦμα τῆς ἀληθείας κτιστὸν ἢ ποιητόν, οὐδὲ ὡς οἱ λοιποὶ ἄγγελοι »ὁ τῆς μεγάλης βουλῆς ἄγγελος« καλεῖται.