Ancient Greek · ~2 min
Chapter 71
Epiphanius, Ancoratus 71.7
Not analysed yet
ἃ μὲν γὰρ ἀρχὴν καὶ τέλος ἔχει, ἃ δ᾿ ἀνεπινόητον ἒχει τὴν ἀρχὴν καὶ τὸ κράτος· καὶ ἃ μὲν κτίζει τὰ πάντα εἰς ἀπείρους αἰῶνας, συνεργοῦντα τῷ πατρί, ἃ δὲ κτίζεται ὑπὸ τούτων, ὡς ἂν ἐθέλοιεν· καὶ ἃ μὲν λατρεύει τούτοις, ἃ δὲ λατρευτὰ ὑπὸ τῶν ὅλων κτισμάτων· καὶ ἃ μὲν ἐᾶται τὰ ποιήματα, ἃ δὲ τὴν ἔασιν λαμβάνει παρ᾿ αὐτῶν· καὶ ἃ μὲν κρίνεται κατ᾿ άξίαν, ἃ δὲ τὴν κρίσιν ἔχει τὴν δικαίαν·