Ancient Greek · ~5 min
72.4 to 72.7
Epiphanius, Ancoratus 72.4-7
Not analysed yet
»πνεύματα δὲ προφητῶν ⟨φησί⟩ προφήταις ὑποτάσσεται« καί »ἰδοὺ πνεῦμα ψευδὲς ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν αὐτῷ, ἐν τίνι ἀπατήσεις τὸν Αχαάβ; καὶ ἔσομαι, φησί, πνεῦμα ψευδὲς ἐν τῷ στόματι τῶν προφητῶν‘, λέγεται δὲ »πνεῦμα κατανύξεως« εἰναι ⟨καὶ⟩ »πνεῦμα δειλίας« καὶ »πνεῦμα Πύθωνος‘ »πνεῦμα πορνείας‘ καὶ πνεῦμα καταιγίδος« καὶ »πνεῦμα πολυρρῆμον« καὶ καὶ »πνεῦμα ἀσθενείας‘ καὶ »πνεῦμα ἀκάθαοτον« καὶ πνεῦμα κωφόν. καὶ πνεῦμα αλαλον« καὶ πνεῦμα μογγιλάλον« καὶ πνεῦμα χαλεπὸν λίαν«, ὃ καλεῖται λεγεών, καὶ τὰ πνευματικὰ τῆς πονηρίας«. ἄπειρα δὲ τὰ περὶ πνευμάτων λόγια σοφοῖς. ἀλλ’ ὣσπερ οἱ πολλοὶ υἱοὶ θέσει ἢ κλήσει οὐκ ἀληθείᾳ δέ, διὰ τὸ ἀρχὴν ἔχειν καὶ τέλος *άμαρτητικῶς, οὓτω καὶ πνεύματα πλεῖστα θέσει ἤ κλήσει, κἅν ἁμαρ- τητικὰ ᾐ, τὸ δὲ ἄγιον πνεῦμα μόνον καλεῖται πνεῦμα πατρὸς καὶ υὶοῦ, »πνεῦμα ἀληθείας‘ καὶ πνεῦμα Νοῦ. καὶ »πνεῦμα Χριστοῦ‘ καὶ »πνεῦμα χάριτος‘. χαρίζεται γὰρ ἑκάστῳ διαφόρως τὸ άγαθόν, »ᾠ μὲν πνεῦμα σοφίας, ᾠ δὲ πνεῦμα γνώσεως, ᾠ δὲ πνεῦμα ἰσχύος, ᾠ δὲ πνεῦμα ἰαμάτων, ᾠ δὲ πνεῦμα προφητείας, ᾠ δὲ πνεῦμα διακρίσεως, ᾧ δὲ γλωσσῶν, ᾠ δὲ ἑρμηνειῶν« καὶ τὰ λοιπὰ χαρίσματα, ὥς φησιν »ἓν δὲ καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἑκάστῳ ὡς Βούλεται«·