Ancient Greek · ~2 min
Chapter 72
Epiphanius, Ancoratus 72.8
Not analysed yet
ὃτι τὸ πνεῦμά σου τὸ ἀγαθὸν όδηγήσει με, ὁ θεός« φησὶν ὁ Δαυίδ, ἤ »τὸ πνεῦμα ὅπου θέλει πνεῖ« τὸ ἐνυπόστατον διὰ τῶν τοιούτων τοῦ ἁγίου πνεύματος δεικνὺς ἡμῖν) »καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει« καί »ἐὰν μὴ γεννηθῆτε ἐξ ὕδατος· καὶ πνεύματος« ὃμοιον ὡς εἶπε Παῦλος »ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα«.