Ancient Greek · ~2 min
Chapter 73
Epiphanius, Ancoratus 73.7
Not analysed yet
τὸν δίκαιον δίκαιον μόνον τὸν] συνόντα τούτοις. κατοικεῖ δὲ ἐν αὐτῷ μία θεότης ἄπειρος μία θεότης ἄφθαρτος μία θεότης ἀπερινόητος, ἀκατάληπτος ἀνεκδιήγητος ἀόρατος, ἑαυτὴν γινώσκουσα μόνη, ἑαυτὴν ἐμφανίζουσα οἶς βούλεται, μάρτυρας ἑαυτῇ διεγείρουσα καλοῦσα προορίζουσα δοξάζουσα, ἐξ Ἄιδου ὑψοῦσα, ἁγιάζουσα ἑνοποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆς δόξαν καὶ πίστιν τὰ τρία ταῦτα ἐπουράναι ἐπίγεια καὶ καταχθόνια, πνεῦμα ψυχὴν σάρκα, πίστιν ἐλπίδα ἀγάπην, παρελθόντα ἐνεστῶτα μέλλοντα, αἰῶνα αἰῶνος αἰῶνας αἰώνων σάββατα σαββάτων, περιτομὴν σαρκὸς περιτομὴν καρδίας »περιτομὴν Χριστοῦ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν«· καθόλου δὲ καθαροποιεῖ ἑαυτῇ