Ancient Greek · ~6 min
73.1 to 73.6
Epiphanius, Ancoratus 73.1-6
Not analysed yet
73. Εἰ τοίνυν παρὰ τοῦ πατρὸς ἐκπορεύεται καὶ ἐκ τοῦ ἐμοῦ, ⟨ὥς⟩ φησιν ὸ κύριος, λήψεται, ὃν τρόπον »οὐδεὶς ἔγνω τὸν εἰ μὴ ὸ οὐδὲ οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ«, οὓτως τολμῶ λέγειν ὃτι οὐδὲ τὸ πνεῦμα εἰ μὴ ό υἱὸς ἐξ οὗ λαμβάνει καὶ ό πατὴρ παρ οὑ ἐκπορεύεται καὶ οὐδὲ τὸν υἱὸν καὶ τὸν πατέρα, εἰ μὴ τὸ πνεῦμα τὸ ἃγιον, τὸ δοξάζον ἀληθῶς τὸ διδάσκον τὰ πάντα τὸ μαρτυ- ροῦν περὶ τοῦ υἱοῦ, ὃ παρὰ τοῦ πατρὸς ὃ ἐκ τοῦ υἱοῦ, μόνος ὁδηγὸς ἀληθείας, νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγτής, προφητῶν καθηγητής, ἀποστόλων διδάσκαλος, εὐαγγελικῶν δογμάτων φωστήρ ἁγίων ἐκλογεύς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθινοῦ φωτός. υἱὸς φυσικὸς υἱὸς ἀληθὴς υἱὸς γνήσιος, μόνος ἐκ μόνου, σὺν αὐτῷ ⟨δὲ⟩ καὶ τὸ πνεῦμα, ⟨οὐχ υἱὸς⟩ ἀλλὰ πνεῦμα ὀνομαζόμενον. οὖτος ὁ θεὸς δοξαζόμενος ἐν ἐκκλησίᾳ πατὴρ ἀεί, υἱὸς ἀεὶ καὶ πνεῦμα ἃγιον ἀεί, ὑψηλὸς ⟨ἐξ⟩ ὑψηλοῦ καὶ νοερός, νοερός, δόξαν ἔχων ᾠ ὑποβέβηκε τὰ κτιστὰ καὶ τὰ ποιητά, ἁπαξαπλῶς τὰ σύμπαντα μετρούμενα καὶ περιεχόμενα ἓκαστα. θεότης δὲ μία ἐν Μωυσῇ μάλιστα καταγγέλεται, δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύττεται, τριὰς δὲ ἐν εύαγγελίοισ φανεροῦται, πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν. γνῶσις δὲ αὐτῆς ἀθανασία, ἐκ πίστεώς τε αὐτῆς υἱοθεσία γίνεται. ἀλλὰ πρῶτον δικαιώματα σαρκὸς ἐκφράζει, ὡς περίβολον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωυσῇ· δεύτερον δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖται, ὡς τὰ ἅγια κοσμοῦσα ἐν λοιπαῖς προφητείαις· τρίτον δὲ δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον καὶ τὰ ἅγια τῶν ἁγίων ῥυθμίζουσα ἐν εὐαγγελικοῖς πρὸς κατοίκησιν ἑαυτῆς· σκηνὴν δὲ] ἁγίαν, ναὸν ἃγιον, ⟨ὃς⟩