Ancient Greek · ~1 min
Chapter 74
Epiphanius, Ancoratus 74.1
Not analysed yet
74. Καὶ περὶ μὲν τριάδος καὶ ὁμοουσιότητος θεοῦ πατρὸς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος οἱ ἀσθενεῖς ἡμεῖς καὶ ἰδιῶται μηδὲν δοφιζόμενοι μηδὲ τῇ τῶν ἀνθρώπων κυβείᾳ« ἑαυτοὺς ἀν⟨α⟩τιθέντες, θείων γραφῶν μᾶλλον μαρτυρίας συναγαγόντες τοῖς βουλομένοις εἰς εὕρεσιν πιστῶν καὶ ἀντίρρησιν κακοπίστων καὶ κενοδόξων ἀπὸ μέρους συνηγάγομεν. πολλὴ γὰρ ἡ τῆς πίστεως ἐν πνεύματι ἁγίῳ δύναμις,