Ancient Greek · ~2 min
Chapter 74
Epiphanius, Ancoratus 74.2
Not analysed yet
ἐν ἁπάσαις θείαις γραφαῖς διαφόρως κεκηρυγμένη ⟩ἐπειδὴ δὲ τῆς ἠμῶν σωτηρίας ἀσφάλειά ἐστιν ἡ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ ἐνσάρκου παρουσίας ἀσφαλὴς ἀσφαλὴς τε καὶ βεβαίωσις ἐλπίδος καὶ περὶ ἀναστάσεως νεκρῶν καὶ τῆς ἡμετέρας παλιγγενεσίας, αὖθις ὀλίγον αὐτοὶ ἐπὶ τούτῳ τῷ ἡμετέρῳ καμάτῳ προσθέντες τοῖς βουλομένοις ἀκριβέστερον ἐντυγχάνειν ἐκ τῶν αὐτῶν θείων γραφῶν ἐπιμένομεν συναγαγόντες τε καὶ τῷ λόγῳ προστιθέντες.