Ancient Greek
74.4 to 74.6
Epiphanius, Ancoratus 74.4-6
Not analysed yet
οὐ γὰρ ἦν καιρὸς οὔτε χρόνος πρὸ υἱοῦ. εἰ γὰρ ἦν χρόνος πρὸ υἱοῦ, ἄρα μείζων ὁ χρόνος τοῦ υἱοῦ, καὶ πῶς »δι᾿ αὐτοῦ πάντα ἐγένοντο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν ὃ γέγονεν«; ὃτι εἴ τι γέγονε δι’ αὐτοῦ γέγονεν, αὐτὸς δὲ ἄκτιστος καὶ ἀεὶ ὤν· ὃτι ὁ πατὴρ ἀεὶ ἠν καὶ τὸ ἃγιον αὐτοῦ πνεῦμα ἀεὶ ἠν. εἰ γὰρ ἠν χρόνος πρὸ υἱοῦ, ζητηθήσεται ἄρα πάλιν ⟨ἄλλος⟩ δι᾿ οὗ καὶ ὁ πρὸ τοῦ υἱοῦ χρόνος καὶ μυρία λοιπὸν εἰς φαντασίαν ἐνδομυχοῦσαν ἐν τῇ τῶν ἀνθρώπων ὐπολήψει τρέψει τὸν ὴμέτερον λογισμὸν ἤ μᾶλλον εἰς πορνείαν διανοημάτων καὶ οὐ †περὶ σωφροσύνης. οὐκ ἠν τοίνυν χρόνος πρὸ υἱοῦ, ἐπειδὴ οὐ διὰ χρόνων ὁ υἱὸς γέγονεν, ἀλλὰ διὰ υἱοῦ χρόνοι καὶ οἱ ἄλλελοι καὶ τὰ ἄλλα πάντα κτίσματα. οὐκ ἠν χρόνος ποτὲ ὅτε οὐκ ἠν ὁ υἱός, οὐδὲ ἠν ποτε ὃτε οὐκ ἠν πνεῦμα.