Ancient Greek · ~4 min
75.1 to 75.4
Epiphanius, Ancoratus 75.1-4
Not analysed yet
75. Νομίζουσι δὲ παραναγινώσκοντες καὶ μὴ νοοῦντες διαστέλλειν τὴν ἀνάγνωσίν τινες ἐν τῷ εἰπεῖν »πάντα δὶ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν«, ἴως ῶδε ἀποτιθέντες τὸ ῥητόν, ὑπόνοιαν βλασφημίας δἰς τὸ πνεῦμα τὸ ἃγιον λαμβάνειν· σφάλλονται ⟨δὲ⟩ τὴν ἀνάγνωσιν καὶ ἀπὸ τοῦ σφάλματος τῆς ἀναγνώσεως σκάζουσιν, εἰς βλασφημίαν τρεπόμενοι. ἡ δὲ ἀνάγνωσις οὓτως ἔχει· πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο ουδέν, ὃ γέγονεν ἐν αὐτῷ. ,τουτέστω ὃτι εἴ τι γέγονε, δι᾿ αὐτοῦ ἐγένετο. τοίνυν πατὴρ ἦν ἀεὶ καὶ υὑὸς ἦν ἀεὶ καὶ τὸ πνεῦμα ἐκ πατρὸς καὶ υἱοῦ πνέει, καὶ οὔτε ὁ υἱὸς κτιστὸς οὔτε τὸ πνεῦμα κτιστόν· τὰ δὲ μετὰ πατέρα καὶ υἱὸν καὶ ἃγιον πνεῦμα πάντα κτιστὰ καὶ γενητὰ ⟨ὄντα⟩ οὐκ ὄντα ἐγένετο ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος διὰ τοῦ ἀεὶ ὄντος Λόγου σὺν τῷ ἀεὶ ὄντι πνεύματι. δι᾿ αὐτοῦ τοίνυν τοῦ Λόγου πάντα τὰ κτιστὰ γέγονε, τοῦ βασιλέως τοῦ ἐπουρανίου, τοῦ ἐνυποστάτου Λόγου, τοῦ σωτῆρος ἡμῶν καὶ εὐεργέτου.