Ancient Greek
Chapter 77
Epiphanius, Ancoratus 77.5
Not analysed yet
σφάλλονται οὖν· εἰ γάρ ἐστι νοῦς τὸ πνεῦμα καὶ τὸ πνεῦμα νοῦς, ὡς καὶ αὐτοὶ νομίζουσι, ψυχὴ δὲ ἄλλη ⟨ὑποστάσις⟩ παρὰ τὸν νοῦν καὶ παρὰ τὸ πνεῦμα, ούκέτι δύο ἐν τῷ ἀνθρώπῳ ἐν μιᾷ συναγόμεναι ὺποστάσει, οὐκέτι ἐνυπόστατος μόνη ψυχὴ καὶ ἐνυπόστατον τὸ σῶμα, ἀλλ᾿ εὑρήκαμεν λοιπὸν τέσσαρα· νοῦν μίαν ὑπόστασιν, ψυχὴν ἄλλην ὑπόστασιν, πνεῦμα ἄλλην ὑπόστασιν, σῶμα ἄλλην ὑπόστασιν.