Ancient Greek · ~3 min
77.6 to 77.7
Epiphanius, Ancoratus 77.6-7
Not analysed yet
καὶ ἐὰν πάλιν ἐρευνήσωμεν, ἔτι πλέον ἔσται· ἐπειδὴ γὰρ πολλὰ ὀνόματα κέκτηται ὁ ἄνθρωπος, καὶ »ό ἔσω ἄνθρωπος« καὶ ὸ ἔξω ἄνθρωπος«, καὶ ταῦτα πάντα ἡ γραφὴ εἴρηκε νοηματικῶς, περισφίγγουσα ἡμῶν τὴν διάνοιαν, ἳνα μηδὲν καταλείψωμεν τῆς σωτηρίας μηδὲ πρόφασις ὴμῖν γένηται τοῦ ἐκβῆναι τοῦ προκειμένου. ἔστι γὰρ ταῦτα ἐν τῷ ἀνθρώπῳ· οὐ χρὴ δὲ καὶ πολυπραγμονεῖν. ὃμως δὲ κατὰ τὸν ἐκείνων λόγον, εἰ ὁ νοῦς ἐστι τὸ πνεῦμα καὶ τὸ πνεῦμα ό νοῦς, ταῦτα δὲ ἐκτὸς τῆς ψυχῆς ψυχῆς χει, πάλιν τίνι ⟨τῷ⟩ λόγῳ λέγει »φαλῶ τῷ πνεύματι, ψαλῶ καὶ νοΐ«; διὰ τούτου γὰρ ἀπέδειξε μὴ τὸ πνεῦμα εἶναι τὸν νοῦν μηδὲ τον νουν το πνευμα.