Ancient Greek · ~2 min
Chapter 79
Epiphanius, Ancoratus 79.4
Not analysed yet
οὔτε γὰρ ἔχων τὸν νοῦν ἐν ἀληθείᾳ, ὥσπερ ὅλην τὴν ἐνανθρώπησιν ἐν ἀληθείᾳ εἶχεν, ὁ νοῦς] ἐπεκτείνετο εἰς ἀλόγους ἐπιθυμίας οὔτε τὰ τῆς σαρκὸς ἴσα ἡμῖν ἔπραττεν ἢ ἐλογίζετο, ἀλλ’ ὡς θεὸς ἐν σαρκὶ ἁληθινῇ γενόμενος ἀπὸ παρθένου Μαρίας ἔπραττε *σαρκὶ καὶ ψυχῇ καὶ νῷ καὶ ὅλῳ τῷ σκεύει, ἐνδημήσας τῷ τῶν ἀνθρώπων γένει ἄνωθεν ἐκ πατρὸς ἐνυπόστατος θεὸς Λόγος.