Ancient Greek · ~3 min
79.1 to 79.3
Epiphanius, Ancoratus 79.1-3
Not analysed yet
79. Εἰ δὲ διὰ τὸ εἰληφέναι νοῦν †ἁμαρτία αὓτη νοεῖται, οὐκοῦν περισσοτέρως, ἐὰν δῶμεν αὐτὸν εἰληφέναι σάρκα, ἧς ἐκτὸς ἁμαρτία οὐ τελεῖται »φανερὰ γὰρ τὰ ἔργα τῆς σαρκός«. πάντως ὅτι δῶμεν ὅτι καὶ ἐν σαρκὶ ἥμαρτε, λαβὼν τὴν σάρκα. »οἶδα γάρ« φησὶν ὁ ἀπόστολος »ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ οὐδὲν ἀγαθόν, τουτέστιν ἐν τῇ σαρκίμου«. τίς δὲ τολμήσει λέγειν διὰ τὸ τὸν σωτῆρα εἰληφέναι σάρκα σαρκὶ συναπῆχθαι, καὶ τὰ τῆς σαρκὸς οὐκ ἐπιτελέσαντα, ἐπιτελέσαντα, εἰς τὴν τοῦ παντὸς σκεύους τοῦ ἰδίου ἀκολουθίαν, ⟨ἀγαθὴν⟩ ὁμοίως καὶ ἐσχηκότα καίτοιγε καὶ σάρκα οὐσαν ἀνθρωπίνην, ἀλλ’ ⟨ἐν⟩ οὐδενὶ πταίουσαν. ὁ θεὸς γὰρ Λόγος ἄνωθεν ἀπὸ πατρὸς προελθὼν εὐδοκήσας ἐν σαρκὶ γενέσθαι ἐχαλιναγώγει τὸ σκεῦος καὶ εἰ ἤθελεν ἐπέχειν αὐτὸ ἀπὸ πάσης ἀχρειώδους πράξεως σαρκικῆς, ἠδύνατο· εἰ δὲ ἤθελεν, ἐνεδίδου. ἐνεδίδου δὲ εἰς τὰς εὐλόγους καὶ συμπρεπούσας τῇ αὐτοῦ θεότητι σωματικὰς χρείας.