Ancient Greek · ~2 min
8.1 to 8.3
Epiphanius, Ancoratus 8.1-3
Not analysed yet
8. Ἕκαστον δὲ τῶν ὀνομάτων μονώνυχον, μὴ ἔχον δευτέρωσιν. καὶ γὰρ ὁ πατὴρ πατὴρ καὶ οὐκ ἔχει ἀντιπαράθετον, οὐδὲ ἑτέρω πατρὶ συνζευγνύμενος, ἵνα μὴ δύο θεοί. καὶ ⟨ὁ⟩ υἱὸς μονογενής, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, οὐ πατρὸς ἔχων ὄνομα οὐδὲ ἀλλότριος παΙτρός, ἀλλ’ υἱὸς πατρὸς ὑπάρχων· μονογενὴς δέ, ἴνα μονώνυχος ᾖ ὁ υἱός, καὶ θεὸς ἐκ θεοῦ ,ἵνα εἷς θεὸς πατὴρ καὶ υἱὸς καλῆται. καὶ τὸ πνεῦμα τὸ ἅγιον μονογενές, οὐχ υἱοῦ ἔχον ὄνομα, οὐ πατρὸς τὴν ὀνομασίαν, ἀλλὰ πνεῦμα ἅγιον οὕτω καλούμενον, οὐκ ἀλλότριον πατρός.