Ancient Greek · ~2 min
Chapter 8
Epiphanius, Ancoratus 8.4
Not analysed yet
αὐτὸς γὰρ ὁ μονογενὴς λέγει »τὸ πνεῦμα τοῦ πατρός‘ καὶ »τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον«, καὶ »ἐκ τοῦ ἐμοῦ λήψεταἱ, ἵνα μὴ ἀλλότριον νομισθείη πατρὸς μηδὲ υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος, πνεῦμα θεῖον ,»τὸ πνεῦμα τῆς ἀληθείας‘ «,τὸ πνεῦμα τοῦ θεοῦ, τὸ πνεῦμα τὸ παράκλητον, μονωνύμως καλούμενον, μὴ ἔχον ἀντιπαράθεσιν ,μὴ ἐξισούμενον ἑτέρω τινὶ πνεύματι, μὴ καλούμενον ὀνόματι υἱοῦ ἢ ὀνομαζόμενον ὀνομασίᾳ πατρός, ἴνα μὴ τὰ μονώνυμα ὀνόματα ὁμώνυμα ὑπάρχῃ·