Ancient Greek · ~2 min
Chapter 80
Epiphanius, Ancoratus 80.3
Not analysed yet
καὶ διὰ τοῦτό φησιν ὁ ἀπόστολος »γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον‘ καὶ πάλιν ἐν σχήματι εὐρεθεὶς ὡς ἄνθρωπος«· τὸ δὲ σχήματι ⟨καὶ τὸ ὡς ἄνθρωπος⟩ γενόμενος καὶ τὸ ὑπὸ νόμον δέ ἀμφοτέρων συναγόμενον τελειότητα σημαίνει καὶ ἀπάθειαν, ἐκ τοῦ γενόμενος τὸ εἶναι τέλειος καὶ ⟨ἐκ⟩ τοῦ ὑπὸ νόμον τὸ μὴ δοκήσει καὶ ⟨ἐκ⟩ τοῦ σχήματι τῆς ἰδέας τὸ βέβαιον ἐκ τοῦ ὡς ἄνθρωπος τὸ ἀναμάρτητον.