Ancient Greek
80.4 to 80.8
Epiphanius, Ancoratus 80.4-8
Not analysed yet
τούτων τοίνυν τοίνυν οὓτως των μηδεὶς ἀπατάσθω κενοῖς μύθοις. εἰ γὰρ ἄνωθεν γεννηθεὶς ἀπὸ πατρὸς ἀληθινῶς ⟨ἀληθινῶς⟩ ἐγεννήθη καὶ ἀπὸ Μαρίας, καὶ ἀληθεύει καὶ κάτω ἀληθεύει καὶ εἰ ἐστὶν κάτω ἀτελής, καὶ ἄνω ἀτελής. εἰ δὲ ἄνω ἐστὶ τέλειος, καὶ κάτω ἐστὶ τέλειος· οὐκ ἐν ἄλλῳ τελεἰῳ ᾤκησεν, ἀλλ᾿ εἰς ἑαυτὸν τὰ πάντα ἐτελείωσε. καὶ ἀνέστη ἐκ τῶν νεκρῶν μηκέτι μεριζόμενος ἐν μνήματι εἰς σῶμα καὶ θεότητα καὶ ψυχὴν ἐν καταχθονίοις, μηκέτι ὑπὸ ἁφὴν ὑποπίπτων, μηκέτι ἐπεχόμενος, άλλ᾿ εἰσερχόμενος θυρῶν κεκλεισμένων, ψηλαφώμενος δὲ ὑπὸ τοῦ Θωμᾶ, ἳνα μὴ φαντασίᾳ ἀπεικασθῇ, ἀλλ᾿ ἀληθείᾳ· ὁ ὑπὸ τοῦ Θωμᾶ πιστευθεὶς μετὰ τὸ πληρωθῆναι τὸ προειρημένον »ταῖς χερσί μου τὸν θεὸν ἐξεζήτησα, καὶ οὐκ ἠπατήθην«, ό αὐτὸς θεὸς ὁ αὐτὸς ἄνθρωπος, ὁ μὴ σύγχυσιν ἀπεργασάμενος, ἀλλὰ τὰ δύο κεράσας εἰς ἓν· οὐκ εἰς ἀνυπαρξίαν χωρήσας, ἀλλὰ συνδυναμώσας σῶμα γήϊνον τῇ θεότητι εἰς μίαν δύναμιν ἣνωδεν, εἰς μίαν θεότητα συνήγαγεν· εἶς ὣς κύριος εἶς Χριστός, οὐ δύο Χριστοὶ οὐδὲ δύο Μοί. ἐν αὐτῷ σῶμα πνευματικὸν ἐν αὐτῷ θεότης ἀκατάληπτος, τὸ πεπονθὸς μὴ φθαρὲν τὸ ἀπαθὲς ἄξθαρτον, ἀφθαρσία τὸ ὃλον· θεὸς κύριος, καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός, μὴ παραλείψας τὴν σάρκα, εἰς δὲ δὲ συνενώσας καὶ εἰς μίαν τὸ ὅλον θεότητα καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός.