Ancient Greek · ~2 min
Chapter 82
Epiphanius, Ancoratus 82.3
Not analysed yet
ὡς καὶ προσφάτως πάλιν ἀκούομέν τινων τῶν τὰ πρωτεῖα δοκούντων ἀποφέρεσθαι παρά τισι τῶν ἐν Αἰγύπτῳ ἀσκητῶν καὶ Θηβαΐδος καὶ ἄλλων ἄλλοθι κλιμάτων, τὰ ὃμοια τοῖς Ιερακίταις φρονούντων καὶ λεγόντων ἀνάστασιν μὲν τῆς ἡμετέρας σαρκός, οὐ ταύτης δέ, ἀλλ’ ἄλλης τινὸς ἀντ᾿ αὐτῆς, ὡς ἐκτ ραπέτων τῶν τοιούτων καὶ εἰς μύθους ἐκτρεψάντων τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ τὴν βεβαίαν ἡμῶν ἐλπίδα. διὸ καὶ περὶ τούτου ἀναγκαζόμεθα αὐθις λέγειν.