Ancient Greek · ~4 min
83.1 to 83.4
Epiphanius, Ancoratus 83.1-4
Not analysed yet
83. Ἄπιστοι μὲν γὰρ ἀρνοῦνται τὸ πᾶν τῆς ἀναστάσεως, κακόπιστοι δὲ συρφετωδῶς καὶ ἀνοήτως τῆς κατὰ άλήθειαν ἐλπίδος ἐκπεπτώκασι τῷ οὕτω νοεῖν περὶ τῆς ἀναστάσεως. καὶ Ἓλληνες μὲν οἱ τελείως ἀρνούμενοι τὴν ἀνάστασιν διὰ τὴν ἀσέβειαν τοῦ πλήθους τῶν παρ’ αὐτοῖς γινομένων ἀνομημάτων· μισοῦσι γὰρ τὴν ἀνάστασιν δι᾿ ἣν μέλλουσιν αἰσχύνην ὑφίστασθαι ἐν τῇ ἀναστάσει, τὸν θεὸν ἀγνοήσαντες καὶ τὰς αὐτοῦ ἐντολάς· πλὴν ὅτι ἀναστήσονται, κἂν μὴ βούλωνται. αὐτὴ γὰρ ἡ κτίσις διαρρήδην αὐτοὺς ἐλέγχει, ὺποφαίνουσα καθ’ ἑκάστην ἡμέραν ἀναστάσεως τὸ εἶδος. δύνει γὰρ ἡ ὴμέρα καὶ νεκρῶν αἰνιττόμεθα τὸν τρόπον, κοιμισμὸν αἰνιττομένης τῆς νυκτός· ἀνατέλλει ἡ ἡμέρα ἡμᾶς διυπνίζουσα καὶ ἀναστάσεως ὺποδεικνύουσα τὸ σημεῖον. δρέπονται οἱ καρποὶ καὶ ἡ στάσις τῶν ὄντων ἐκτέμνεται, τῆς ἡμῶν ἐντεῦθεν ἀπαλλαγῆς ὁριζομένου τοῦ προσώπου. σπείρεται ἡ τῆ καὶ βλαστάνει, *ὃτι τὰ τεθαμμένα μετὰ τὴν τομὴν ἀναστήσεται. ἀκρὶς τελευτᾷ, θάψασα τὸ ἐξ αὐτῆς ἀποβληθὲν κύημα ἐν τῇ γῇ καὶ μετὰ καιρὸν ἡ γῆ ἀποδίδωδι τὰ τεθαμμένα· τὰ σπέρματα τῶν γενημάτων σπείρεται καὶ πρῶτον ἀποθνᾐσκει ἔπειτα τελεσφορεῖται·