Ancient Greek · ~2 min
84.1 to 84.2
Epiphanius, Ancoratus 84.1-2
Not analysed yet
84. Καὶ ἀμύθητα ἔστιν εἰπεῖν εἰς πληροφορίαν τῶν ἀπίστων ἐξ ὐποδειγμάτων. ἀλλ᾿ οὐχ ἔπεισε τούτους ὴ φάττα τὸ ὄρνεον οὐδὲ ὁ μυωξὸς τὸ ζῷον. ἀποθνᾐσκει γὰρ τὸ τοιοῦτον ἑξάμηνον καὶ ἡ φαττα ἠμέρας τεσσαρακοντα, καὶ αὐθις μετὰ τοὺς καιροὺς αὐτῶν ἀναβιοῦσι. κάνθαροι δὲ μέλλοντες τελευτᾶν ἐπὶ σφαῖραν τῆς κόπρου ἑαυτοὺς κρύβουσι, θάψαντες τὴν τοιαύτην σφαῖραν ἐν τῇ γῇ καὶ καταχώσαντες, καὶ οὕτως ἐκ τῆς αὐτῶν ἰκμάδος αὖθις εὑρίσκονται, ἀναβιοῦντες ἐξ αὐτῶν τῶν λειψάνων.