Ancient Greek · ~2 min
Chapter 84
Epiphanius, Ancoratus 84.3
Not analysed yet
περὶ δὲ τοῦ φοίνικος τοῦ Αραβικοῦ όρνέου περισσόν μοι τὸ λέγειν. ἤδη γὰρ εἰς ἀκοὴν ἀφῖκται πολλῶν πιστῶν τε καὶ ἀπίστων. ἡ δὲ κατ᾿ αὐτὸν ὑπόθεσις τοιάδε φαίνεται· πεντακοσιοστὸν ἔτος διατελῶν ἐπὰν γνοίη τὸν καιρὸν τῆς αὐτοῦ τελευτῆς ἐνστάντα. σηκὸν μὲν ἐργάζεται άρωμάτων καὶ φέρων ἔρχεται εἰς πόλιν τῶν Αὶγυπτίων Ἡλιούπολιν οὓτω καλουμένην, Ὢν δ᾿ ἑρμηνευομένην ἀπὸ τῆς Αἰγυπτιακῆς διαλέκτου καὶ Ἑβραΐδος, καὶ ταρσοῖς ἰδίοις τὰ στήθη τὰ ἑαυτοῦ μαστίξας πολλά,