Ancient Greek
84.4 to 84.6
Epiphanius, Ancoratus 84.4-6
Not analysed yet
πῦρ ἀπὸ τοῦ σώματος αὐτοῦ προφερόμενος ἐμπίπρησι τὴν ὺποκειμένην ὓλην τῷ τόπῳ καὶ οὕτως ἑαυτὸν ὸλοκαυτοῖ καὶ πάσας τὰς αύτοῦ αὐτοῦ σὺν όστέοις ἐκτεφροῦται. ἐκ θεοῦ δὲ οἰκονομίας νέφος ἀποστέλλεται καὶ ὑετίζει καὶ κατασβεννύει τὴν τὸ σῶμα τοῦ ὀρνέου καταδαπανήσασαν φλόγα, νεκροῦ μὲν ἤδη ὄντος τοῦ ὀρνέου καὶ ὀπτηθέντος ἀκρότατα· σβεσθείσης δὲ τῆς φλογὸς λείψανα τῆς σαρκὸς αὐτοῦ ἔτι ὠμὰ περιλείπεται καὶ πρὸς μίαν ἡμέραν ἀφανισθέντα σκώληκα γεννᾷ· ό σκώληξ πτεροφυεῖ νεοττὸς γενόμενος, τῇ δὲ τρίτῃ ημέρᾳ ἁδρύνεται καὶ ἀδρυνθεὶς τοῖς τῷ τόπῳ ἐξυπηρετουμένοις ἑαυτὸν ἐμφανίζει καὶ αὐθις ἀνατρέχει εἰς τὴν ἰδίαν πατρίδα καὶ ἀναπαύεται.