Ancient Greek · ~4 min
92.4 to 92.8
Epiphanius, Ancoratus 92.4-8
Not analysed yet
πρὸ αὐτοῦ γὰρ ἤειρε τὸν Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας τῆς ἐν τῇ Ναὶ· ν καὶ Ηλίας ἤγειρε νεκρόν, ἀλλὰ καὶ Ελισσαῖος δύο ἤγειρε νεκρούς, ἔτι μὲν ἔτι περιόντα ἓνα δὲ ταφέντα. ἀλλ’ ἐκεῖνοι μὲν ἀναστάντες πάλιν τεθνήκασι, προσδοκῶσι δὲ τὴν μίαν καὶ καθολικὴν ἀνάστασιν· ὁ δὲ Χριστὸς »ἀπαρχὴ τῶν κεκοιμημένων‘, ὃτι ἀναστὰς »οὐκέτι ἀποθνᾐσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει« κατὰ τὸ γεγραμμένον. ἅπαξ γὰρ ἀπέθανεν, ὑπὲρ ἡμῶν ὑπομείνας τὸ πάθος διὰ τὰ ἡμέτερα πάθη· ἃπαξ ἐγεύσατο θανάτου, »θανάτου δὲ σταυρικοῦ‘, ἑκὼν δι᾿ ἡμᾶς ὁ Λόγος ἐλθὼν εἰς θάνατον, ἳνα θανάτῳ θάνατον θανατώσῃ· ὁ Λόγος σὰρξ γενόμενος, οὐ πασχων ἐν τῇ θεότητι, συμπάσχων δὲ μετὰ τῆς ἀνθρω- πότητος ἐν ⟩πάθος αὐτῷ λογιζόμνον αὐτοῦ δὲ] μένοντος ⟨ἐν ἀπαθίᾳ· θάνατος αὐτῷ λογιζόμενος αὐτοῦ μένοντος⟩ ἀθανασίᾳ, μᾶλλον δὲ ὅλος ὢν ἀθανασία. αὐτὸς γὰρ εἶπεν »ἐγώ εἰμι ἡ ζωή‘. *οὔτε διὰ σαρκὸς ἡμῖν ή ἐλπίς. »ἐπικατάρατος, γάρ φησιν, ὁ ἐλπίζων ἐπ’ ἄνθρωπον. καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη. «